Τῇ Δ΄ Κυριακῇ τῶν Νηστειῶν (Ἱωάννου τῆς Κλίμακος)
Εἰς τήν Λειτουργ. Ἐκ τοῦ κατά Μάρκον. θ΄ 17 - 31

Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπός τις προσῆλθε τῷ Ἰησοῦ γονυπετῶν αὐτῷ καί λέγων· Διδάσκαλε, ἤνεγκα τόν υἱόν μου πρός σέ, ἔχοντα πνεῦμα ἄλαλον. καί ὅπου ἂν αὐτόν καταλάβῃ, ῥήσσει αὐτόν, καί ἀφρίζει καί τρίζει τούς ὀδόντας αὐτοῦ, καί ξηραίνεται· καί εἶπον τοῖς μαθηταῖς σου ἵνα αὐτό ἐκβάλωσι, καί οὐκ ἴσχυσαν. ὁ δέ ἀποκριθείς αὐτῷ λέγει· Ὦ γενεά ἄπιστος, ἕως πότε πρός ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτόν πρός με. καί ἤνεγκαν αὐτόν πρός αὐτόν. καί ἰδών αὐτόν εὐθέως τό πνεῦμα ἐσπάραξεν αὐτόν, καί πεσών ἐπί τῆς γῆς ἐκυλίετο ἀφρίζων. καί ἐπηρώτησε τόν πατέρα αὐτοῦ· Πόσος χρόνος ἐστίν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δέ εἶπε· Παιδιόθεν. καί πολλάκις αὐτόν καί εἰς πῦρ ἔβαλε καί εἰς ὕδατα, ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ’ εἴ τι δύνασαι, βοήθησον ἡμῖν σπλαγχνισθείς ἐφ’ ἡμᾶς. ὁ δέ Ἰησοῦς εἶπεν αὐτῷ· Τό εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατά τῷ πιστεύοντι. καί εὐθέως κράξας ὁ πατήρ τοῦ παιδίου μετά δακρύων ἔλεγε· Πιστεύω, Κύριε· βοήθει μου τῇ ἀπιστίᾳ. ἰδών δέ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησε τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ· Τό πνεῦμα τό ἄλαλον καί κωφόν, ἐγώ σοι ἐπιτάσσω, ἔξελθε ἐξ αὐτοῦ καί μηκέτι εἰσέλθῃς εἰς αὐτόν. καί κράξαν καί πολλά σπαράξαν αὐτόν ἐξῆλθε, καί ἐγένετο ὡσεί νεκρός, ὥστε πολλούς λέγειν ὅτι ἀπέθανεν. ὁ δέ Ἰησοῦς κρατήσας αὐτόν τῆς χειρός ἤγειρεν αὐτόν, καί ἀνέστη. Καί εἰσελθόντα αὐτόν εἰς οἶκον οἱ μαθηταί αὐτοῦ ἐπηρώτων αὐτόν κατ’ ἰδίαν, ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό. καί εἶπεν αὐτοῖς· Τοῦτο τό γένος ἐν οὐδενί δύναται ἐξελθεῖν εἰ μή ἐν προσευχῇ καί νηστείᾳ. Καί ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διά τῆς Γαλιλαίας, καί οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γάρ τούς μαθητάς αὐτοῦ καί ἔλεγεν αὐτοῖς ὅτι Ὁ υἱός τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καί ἀποκτενοῦσιν αὐτόν, καί ἀποκτανθείς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.

ΕΡΜΗΝΕΙΑ

Μαζἰ μέ τήν Δ΄ Κυριακή τῶν Νηστειῶν σήμερα ἑορτάζεται καί ὁ Ὅσιος Ἰωάννης τῆς Κλίμακος, ἀφοῦ ἡ μνήμη του, σάν ἀκίνητη ἑορτή, εἶναι στίς 30 Μαρτίου κάθε χρόνου;
Ἐπειδή τίς περισσότερες φορές ἡ μνήμη του πέφτει μεσοβδόμαδα μέσα στή Μεγάλη Σαρακοστή πού δέν γίνεται θεία Λειτουργία, γιά τό λόγο αὐτό ἡ Ἐκκλησία τήν ἔβαλε καί τήν Δ´ Κυριακή τῶν Νηστειῶν, γιά νά μνημονεύεται καί νά ἑορτάζεται μέ θεία Λειτουργία.