Τῇ Γ΄ Κυριακῇ τoοῦ Τυφλοῦ
Ἐκ τοῦ κατά Ἰωάννην. θ΄ 1 - 38

Τῷ καιρῷ ἐκείνῳ παράγων ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον τυφλόν ἐκ γενετῆς· καί ἠρώτησαν αὐτόν οἱ μαθηταί αὐτοῦ λέγοντες· Ραββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλός γεννηθῇ; ἀπεκρίθη Ἰησοῦς· Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ’ ἵνα φανερωθῇ τά ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. ἐμέ δεῖ ἐργάζεσθαι τά ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νύξ ὅτε οὐδείς δύναται ἐργάζεσθαι. ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου. ταῦτα εἰπών ἔπτυσεν χαμαί καί ἐποίησε πηλόν ἐκ τοῦ πτύσματος, καί ἐπέχρισε τόν πηλόν ἐπί τούς ὀφθαλμούς τοῦ τυφλοῦ καί εἶπεν αὐτῷ· Ὕπαγε νίψαι εἰς τήν κολυμβήθραν τοῦ Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος. ἀπῆλθεν οὖν καί ἐνίψατο, καί ἦλθε βλέπων. Οἱ οὖν γείτονες καί οἱ θεωροῦντες αὐτόν τό πρότερον ὅτι τυφλός ἦν, ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καί προσαιτῶν; ἄλλοι ἔλεγον ὅτι οὗτός ἐστιν· ἄλλοι δέ ὅτι ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι. ἔλεγον οὖν αὐτῷ· Πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί; ἀπεκρίθη ἐκεῖνος καί εἶπεν· Ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλόν ἐποίησε καί ἐπέχρισέ μου τούς ὀφθαλμούς καί εἶπέ μοι· ὕπαγε εἰς τήν κολυμβήθραν τοῦ Σιλωάμ καί νίψαι· ἀπελθών δέ καί νιψάμενος ἀνέβλεψα. εἶπον οὖν αὐτῷ· Ποῦ ἐστιν ἐκεῖνος; λέγει· Οὐκ οἶδα. Ἄγουσιν αὐτόν πρός τούς Φαρισαίους, τόν ποτε τυφλόν. ἦν δέ σάββατον ὅτε τόν πηλόν ἐποίησεν ὁ Ἰησοῦς καί ἀνέῳξεν αὐτοῦ τούς ὀφθαλμούς. πάλιν οὖν ἠρώτων αὐτόν καί οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δέ εἶπεν αὐτοῖς· Πηλόν ἐπέθηκέ μου ἐπί τούς ὀφθαλμούς, καί ἐνιψάμην, καί βλέπω. ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρά τοῦ Θεοῦ, ὅτι τό σάββατον οὐ τηρεῖ. ἄλλοι ἔλεγον· Πῶς δύναται ἄνθρωπος ἁμαρτωλός τοιαῦτα σημεῖα ποιεῖν; καί σχίσμα ἦν ἐν αὐτοῖς. λέγουσι τῷ τυφλῷ πάλιν· Σύ τί λέγεις περί αὐτοῦ, ὅτι ἤνοιξέ σου τούς ὀφθαλμούς; ὁ δέ εἶπεν ὅτι προφήτης ἐστίν. οὐκ ἐπίστευον οὖν οἱ Ἰουδαῖοι περί αὐτοῦ ὅτι τυφλός ἦν καί ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τούς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος καί ἠρώτησαν αὐτούς λέγοντες· Οὗτός ἐστιν ὁ υἱός ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλός ἐγεννήθη; πῶς οὖν ἄρτι βλέπει; ἀπεκρίθησαν δέ αὐτοῖς οἱ γονεῖς αὐτοῦ καί εἶπον· Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱός ἡμῶν καί ὅτι τυφλός ἐγεννήθη· πῶς δέ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τούς ὀφθαλμούς ἡμεῖς οὐκ οἴδαμεν· αὐτός ἡλικίαν ἔχει, αὐτόν ἐρωτήσατε, αὐτός περί ἑαυτοῦ λαλήσει. ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τούς Ἰουδαίους· ἤδη γάρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα, ἐάν τις ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται. διά τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον ὅτι ἡλικίαν ἔχει, αὐτόν ἐρωτήσατε. Ἐφώνησαν οὖν ἐκ δευτέρου τόν ἄνθρωπον ὃς ἦν τυφλός, καί εἶπον αὐτῷ· Δός δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν. ἀπεκρίθη οὖν ἐκεῖνος καί εἶπεν· Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλός ὢν ἄρτι βλέπω. εἶπον δέ αὐτῷ πάλιν· Τί ἐποίησέ σοι; πῶς ἤνοιξέ σου τούς ὀφθαλμούς; ἀπεκρίθη αὐτοῖς· Εἶπον ὑμῖν ἤδη, καί οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μή καί ὑμεῖς θέλετε αὐτοῦ μαθηταί γενέσθαι; ἐλοιδόρησαν αὐτόν καί εἶπον· Σύ εἶ μαθητής ἐκείνου· ἡμεῖς δέ τοῦ Μωϋσέως ἐσμέν μαθηταί. ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεός· τοῦτον δέ οὐκ οἴδαμεν πόθεν ἐστίν. ἀπεκρίθη ὁ ἄνθρωπος καί εἶπεν αὐτοῖς· Ἐν γάρ τούτῳ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστί, καί ἀνέῳξέ μου τούς ὀφθαλμούς. οἴδαμεν δέ ὅτι ἁμαρτωλῶν ὁ Θεός οὐκ ἀκούει, ἀλλ’ ἐάν τις θεοσεβής ᾖ καί τό θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει. ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις ὀφθαλμούς τυφλοῦ γεγεννημένου· εἰ μή ἦν οὗτος παρά Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. ἀπεκρίθησαν καί εἶπον αὐτῷ· Ἐν ἁμαρτίαις σύ ἐγεννήθης ὅλος, καί σύ διδάσκεις ἡμᾶς; καί ἐξέβαλον αὐτόν ἔξω. Ἤκουσεν Ἰησοῦς ὅτι ἐξέβαλον αὐτόν ἔξω, καί εὑρών αὐτόν εἶπεν αὐτῷ· Σύ πιστεύεις εἰς τόν υἱόν τοῦ Θεοῦ; ἀπεκρίθη ἐκεῖνος καί εἶπε· Καί τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; εἶπε δέ αὐτῷ ὁ Ἰησοῦς· Καί ἑώρακας αὐτόν καί ὁ λαλῶν μετά σοῦ ἐκεῖνός ἐστιν. ὁ δέ ἔφη· Πιστεύω, Κύριε· καί προσεκύνησεν αὐτῷ.

ΕΡΜΗΝΕΙΑ

Τό Φῶς
Στή σημερινή Κυριακή παρουσιάζεται ὁ Χριστός σάν τό φῶς τοῦ κόσμου, σάν φωτοδότης, πού χαρίζει τό τόσο τό αἰσθητό, ὅσο καί τό πνευματικό φῶς τῆς θεογνωσίας στόν ἐκ γενετῆς τυφλό τῆς εὐαγγελικῆς περικοπῆς. Εἶναι ὁ ἥλιος τῆς δικαιοσύνης, πού καταυγάζει τά μάτια τῆς ψυχῆς μας, ὅπως ὡραῖα ψάλλει τό δοξαστικό τῶν ἀποστίχων τοῦ ἑσπερινοῦ· «Δικαιοσύνης ἥλιε νοητέ, Χριστέ ὁ Θεός, ὁ τόν ἐν μήτρας τοῦ φωτός ἐστερημένον διά τῆς σῆς ἀχράντου προσψαύσεως φωτίσας...».
Ἡ δυνατότητα τῆς ὁράσεως, ἀποτελεῖ μία ἀπ’ τίς πιὸ ὄμορφες δυνατότητες ἐπικοινωνίας. Ἡ θέαση τοῦ Ἰησοῦ σὰν ἀνθρώπου καὶ αἰσθητὰ ψηλαφητοῦ ἦταν ἀναγκαία, γιατί χωρὶς αὐτὴν θὰ ἦταν δυνατὸν νὰ ξεφύγει ἡ θεωρία τοῦ Ἰησοῦ ἀπ’ τὸ συγκεκριμένο καὶ τὸ ὁρισμένο στὸ ἀόριστο καὶ ἀπροσδιόριστο, ἢ καλύτερα σ’ ἕνα θολὸ καὶ σκοτεινὸ μυστικισμό, ὅπου χάνονται τὰ ὅρια ἀνάμεσα στὸ ἀληθινὸ καὶ στὸ πλασματικό. Γι’ αὐτὸ καὶ ὁ εὐαγγελιστὴς ἐπιμένει·«Καὶ ἠμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν»(Α΄ Ἰωάν. δ΄ 14).
Τὸ θεωρεῖν ὅμως ἔχει λόγον ὑπάρξεως τότε μόνον, ὅταν γίνεται ὄχημα πίστεως. Ἀλλιῶς μένει μία ἁπλὴ φυσιολογικὴ ἐνέργεια χωρὶς βάθος καὶ ἰδιαίτερη σημασία.«ἑωράκατέ με καὶ οὐ πιστεύετε» (Ἰωάν. στ΄ 36).
Τὸ εὐαγγέλιο τῆς Κυριακῆς του Τυφλοῦ, ἀποτελεῖ μία ἀδιάψευστη ἀπόδειξη ὅτι ὁ Χριστὸς δὲν ἦταν μόνο τέλειος ἄνθρωπος ἀλλὰ καὶ τέλειος Θεός. Ὅπως ἀναφέρει, ὁ Χριστός, περνώντας μέσα ἀπὸ τὴν Ἱερουσαλήμ, συναντάει ἕναν ἐκ γενετῆς τυφλό. Ὁ Κύριος, ἔκανε πηλό, ἀφοῦ ἔφτυσε στὸ χῶμα, τοῦ ἄλειψε τὰ μάτια καὶ τὸν ἔστειλε στὴν κολυμβήθρα τοῦ Σιλωάμ. Ὁ τρόπος αὐτὸς θεραπείας, μᾶς ὑπενθυμίζει τὸν τρόπο ποὺ ὁ Θεὸς δημιούργησε τὸν ἄνθρωπο, πλάθοντάς τον. Ὁ Θεὸς στὴν Παλαιὰ Διαθήκη, πλάθει τὸν ἄνθρωπο ἀπὸ χῶμα, τώρα ὁ Χριστός, πλάθει τὰ μάτια τοῦ ἐκ γενετῆς τυφλοῦ πάλι ἀπὸ χῶμα. Ὁ ἴδιος Θεός! Δοκιμάζει τὴν πίστη τοῦ τυφλοῦ καὶ τὸν στέλνει στὴν κολυμβήθρα τοῦ Σιλωάμ. Σέβεται τὴν ἐλευθερία τοῦ ἀνθρώπου, καὶ ζητάει τὴ δική του ἑκούσια καὶ ἐλεύθερη συμμετοχή του στὸ θαῦμα. Ὁ τυφλὸς ὅμως μὲ πίστη, ὑπακούει στὴν ἐντολὴ τοῦ Θεοῦ, πηγαίνει καὶ πλένεται καὶ ἐπιστρέφει βλέποντας.
Ὅμως, ἡ ζωὴ τοῦ θεραπευμένου τυφλοῦ, δὲ ἔγινε εὐκολότερη. Γίνεται στόχος τῆς κακίας καὶ τοῦ μίσους τῶν Φαρισαίων, τῶν ἀνθρώπων ἐκείνων ποὺ μὲ ζῆλο πίστευαν στὸ Θεὸ καὶ στὴν τήρηση τοῦ Νόμου Του. Ἀνακρίνουν τὸν τυφλὸ καὶ ἀντὶ νὰ πιστέψουν καὶ ἐκεῖνοι βλέποντας ζωντανὸ τὸ θαῦμα μπροστά τους, κλείνουν τὰ μάτια τῆς ψυχῆς τους. Ὁ θρησκευτικὸς φανατισμός τους, ὄχι μόνο τοὺς κλείνει τὰ μάτια τῆς ψυχῆς καὶ ἐξαφανίζει ἀπὸ τὴν ψυχή τους τὴ διάκριση ἀλλὰ τοὺς ἀπομακρύνει τελικὰ καὶ ἀπὸ τὸ Θεό.
Οἱ γονεῖς τοῦ τυφλοῦ, φοβοῦνται νὰ ὁμολογήσουν τὸ θαῦμα ποὺ ἔγινε στὸ παιδί τους ποὺ γεννήθηκε τυφλό, γιὰ νὰ μὴν γίνουν ἀποσυνάγωγοι. Τόση ἦταν ἡ πίστη τους καὶ ἡ χαρά τους ποὺ ἀπέκρυψαν ἀποφεύγοντας μὲ μαεστρία νὰ ὁμολογήσουν ἕνα ἀληθινὸ γεγονός. «Ἔχει ἡλικία αὐτὸν νὰ ρωτήσετε»! Ἴσως ὁ Χριστὸς νὰ τοὺς χάλασε τὰ σχέδια, ἀφοῦ ὁ ἐκ γενετῆς τυφλὸς γιός τους ζητιάνευε. Ἴσως τοὺς χάλασε τὴν ἡσυχία τους ἀφοῦ ἔπρεπε νὰ παρουσιαστοῦν στὴ συναγωγὴ καὶ νὰ ἀνακριθοῦν μὲ τὸν κίνδυνο νὰ γίνουν ἀποσυνάγωγοι. Καὶ ἐμεῖς οἱ χριστιανοὶ ποὺ καθημερινῶς εὐεργετούμεθα ἀπὸ τὸ Θεό, ντρεπόμαστε μερικές φορές, νὰ τόν ὁμολογήσουμε.
Ὁ τυφλός, τελικὰ δὲ θεράπευσε μόνο τὰ μάτια τοῦ σώματός του ἀλλὰ καὶ τῆς ψυχῆς του. Ἀναγνωρίζει καὶ προσκυνεῖ τὴ θεότητα τοῦ Ἰησοῦ καὶ δὲ διστάζει νὰ τὸ ὁμολογήσει στοὺς θρησκευτικοὺς ἄρχοντες μὲ θάρρος ποὺ θὰ τὸ ζήλευαν πολλοὶ ἀπὸ μᾶς.
Δὲν ἀρκεῖ μόνο ἡ πίστη, χρειάζεται καὶ ἡ ὁμολογία πίστεως γιὰ νὰ γίνουμε γνήσια παιδιὰ τοῦ Ἰησοῦ. Ὅταν ὁμολογήσουμε τὸ Χριστὸ μπροστὰ στοὺς ἀνθρώπους, θὰ μᾶς ὁμολογήσει καὶ ἐκεῖνος μπροστὰ στὸν Πατέρα του, μᾶς ἔχει ὑποσχεθεῖ ὁ Κύριος.