Τῇ Α΄ Κυριακῇ τοῦ Ματθαίου
Ἐκ τοῦ κατά Ματθαῖον ι΄ 32 - 33, 37 - 38, ιθ΄ 27 - 30

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοί ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγώ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς· ὅστις δ’ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτόν κἀγώ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπέρ ἐμέ οὐκ ἔστι μου ἄξιος· καί ὁ φιλῶν υἱόν ἢ θυγατέρα ὑπέρ ἐμέ οὐκ ἔστι μου ἄξιος· καί ὃς οὐ λαμβάνει τόν σταυρόν αὐτοῦ καί ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. Ἀποκριθείς δέ ὁ Πέτρος εἶπεν αὐτῷ· Ἰδού ἡμεῖς ἀφήκαμεν πάντα καί ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; ὁ δέ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμήν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱός τοῦ ἀνθρώπου ἐπί θρόνου δόξης αὐτοῦ, καθίσεσθε καί ὑμεῖς ἐπί δώδεκα θρόνους κρίνοντες τάς δώδεκα φυλάς τοῦ Ἰσραήλ. καί πᾶς ὅς ἀφῆκεν οἰκίας ἢ ἀδελφούς ἢ ἀδελφάς ἢ πατέρα ἢ μητέρα ἢ γυναίκα ἢ τέκνα ἢ ἀγρούς ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται καί ζωήν αἰώνιον κληρονομήσει. Πολλοί δέ ἔσονται πρῶτοι ἔσχατοι καί ἔσχατοι πρῶτοι.

ΕΡΜΗΝΕΙΑ


Θα συμπληρωθῇ ἀργότερα