Τῇ Β΄ Κυριακῇ τοῦ Ματθαίου
Ἐκ τοῦ κατά Ματθαῖον δ΄ 18 - 23

Τῷ καιρῷ ἐκείνῳ, περιπατῶν δέ παρά τήν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τόν λεγόμενον Πέτρον καί Ἀνδρέαν τόν ἀδελφόν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τήν θάλασσαν· ἦσαν γάρ ἁλιεῖς. καί λέγει αὐτοῖς· Δεῦτε ὀπίσω μου, καί ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. οἱ δέ εὐθέως ἀφέντες τά δίκτυα ἠκολούθησαν αὐτῷ. Καί προβάς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τόν τοῦ Ζεβεδαίου καί Ἰωάννην τόν ἀδελφόν αὐτοῦ, ἐν τῷ πλοίῳ μετά Ζεβεδαίου τοῦ πατρός αὐτῶν καταρτίζοντας τά δίκτυα αὐτῶν· καί ἐκάλεσεν αὐτούς. οἱ δέ εὐθέως ἀφέντες τό πλοῖον καί τόν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ. Καί περιῆγεν ὅλην τήν Γαλιλαίαν ὁ Ἰησοῦς, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καί κηρύσσων τό εὐαγγέλιον τῆς βασιλείας καί θεραπεύων πᾶσαν νόσον καί πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.

ΕΡΜΗΝΕΙΑ


Θα συμπληρωθῇ ἀργότερα